Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.28 Dem. 19.31 (English) >>Dem. 19.34

19.30οὐ γὰρ εἰ φαύλοις χρῆσθʼ ὑμεῖς εἰς τὰ κοινὰ πολλάκις ἀνθρώποις, καὶ τὰ πράγματʼ ἐστὶ φαῦλα ὧν πόλις ἀξιοῦται παρὰ τοῖς ἄλλοις, οὐδὲ πολλοῦ δεῖ. εἶτα καὶ Φωκέας ἀπολώλεκεν μέν, οἶμαι, Φίλιππος, συνηγωνίσαντο δʼ οὗτοι· τοῦτο δὴ δεῖ σκοπεῖν καὶ ὁρᾶν, εἰ ὅσα τῆς Φωκέων σωτηρίας ἐπὶ τὴν πρεσβείαν ἧκε, ταῦθʼ ἅπαντʼ ἀπώλεσαν οὗτοι καὶ διέφθειραν ἑκόντες, οὐχ ὡς ὅδε Φωκέας ἀπώλεσεν καθʼ ἑαυτόν. πόθεν;

19.31δὸς δέ μοι τὸ προβούλευμα, πρὸς τὴν ἐμὴν ἀπαγγελίαν ἐψηφίσαθʼ βουλή, καὶ τὴν μαρτυρίαν τὴν τοῦ γράψαντος αὐτὸ τότε, ἵνʼ εἰδῆθʼ ὅτι ἐγὼ μὲν οὐ τότε σιγήσας νῦν ἀφίσταμαι τῶν πεπραγμένων, ἀλλʼ εὐθὺς κατηγόρουν καὶ προεώρων τὰ μέλλοντα, βουλὴ δέ, μὴ κωλυθεῖσʼ ἀκοῦσαι τἀληθῆ παρʼ ἐμοῦ, οὔτʼ ἐπῄνεσε τούτους οὔτʼ εἰς τὸ πρυτανεῖον ἠξίωσεν καλέσαι. καίτοι τοῦτʼ, ἀφʼ οὗ γέγονεν πόλις, οὐδεὶς πώποτέ φησι παθεῖν οὐδένας πρέσβεις, οὐδὲ Τιμαγόραν, οὗ θάνατον κατεχειροτόνησεν δῆμος. 19.32ἀλλʼ οὗτοι πεπόνθασιν. λέγε δʼ αὐτοῖς πρῶτον τὴν μαρτυρίαν, εἶτα τὸ προβούλευμα.Μαρτυρία Προβούλευμα

ἐνταῦθʼ οὔτʼ ἔπαινος οὔτε κλῆσις εἰς τὸ πρυτανεῖόν ἐστι τῶν πρέσβεων ὑπὸ τῆς βουλῆς. εἰ δέ φησιν οὗτος, δειξάτω καὶ παρασχέσθω, κἀγὼ καταβαίνω. ἀλλʼ οὐκ ἔστιν. εἰ μὲν τοίνυν ταὐτὰ πάντες ἐπρεσβεύομεν, δικαίως οὐδένʼ ἐπῄνεσεν βουλή· δεινὰ γὰρ τὰ πεπραγμένα πᾶσιν· εἰ δʼ οἱ μὲν τὰ δίκαιʼ ἔπραττον ἡμῶν, οἱ δὲ τἀναντία, διὰ τοὺς πεπονηρευμένους, ὡς ἔοικε, τοῖς ἐπιεικέσι συμβεβηκὸς ἂν εἴη ταύτης τῆς ἀτιμίας μετεσχηκέναι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.28 Dem. 19.31 (English) >>Dem. 19.34

Powered by PhiloLogic